Σποτ Μαθημάτων
..

Ξενοφών Ελληνικά 5,1,14-15

 Ο νέος διοικητής του σπαρτιατικού στόλου μιλά στους στρατιώτες , για να τονώσει το φρόνημά τους.

 

Ὦ ἄνδρες στρατιῶται, ἐγὼ χρήματα μέν οὐκ ἔχων ἥκω· ἐὰν μὲν τοι θεὸς ἐθέλῃ καὶ ὑμεῖς συμπροθυμῆσθε, πειράσομαι τὰ ἐπιτήδεια ὑμῖν ὡς πλεῖστα πορίζειν.
εὖ δ᾽ ἴστε, ἐγὼ ὅταν ὑμῶν ἄρχω, εὔχομαί τε οὐδὲν ἧττον ζῆν ὑμᾶς ἢ καὶ ἐμαυτόν, τά τ᾽ ἐπιτήδεια θαυμάσαιτε μὲν ἂν ἴσως, εἰ φαίην βούλεσθαι ὑμᾶς μᾶλλον ἢ ἐμὲ ἔχειν·
ἐγὼ δὲ νὴ τοὺς θεοὺς καὶ δεξαίμην ἂν αὐτὸς μᾶλλον δύο ἡμέρας ἄσιτος ἢ ὑμᾶς μίαν γενέσθαι·
ἥ γε μὴ θύρα ἡ ἐμὴ ἀνέῳκτο μέν δὴ ποὐ καὶ πρόσθεν εἰσιέναι τῷ δεομένῳ τι ἐμοῦ, ἀνεῴξεται δὲ καὶ νῦν.
Ὥστε ὅταν ὑμεῖς πλήρη ἔχητε τὰ ἐπιτήδεια, τότε καὶ ἐμὲ ὄψεσθε ἀφθονώτερον διαιτώμενον·
ἂν δὲ ἀνεχόμενόν με ὁρᾶτε καὶ ψύχη καὶ θάλπη καὶ ἀγρυπνίαν, οἴεσθε καὶ ὑμεῖς ταῦτα πάντα καρτερεῖν.
οὐδὲν γὰρ ἐγὼ τούτων κελεύω ὑμᾶς ποιεῖν ἵνα ἀνιᾶσθε, ἀλλ᾽ ἵνα ἐκ τούτων ἀγαθόν τι λαμβάνητε

 

1.Μετάφραση και σύνταξη

2. Σε ποια σημεία του κειμένου διακρίνεται ότι ο διοικητής είναι αληθινός ηγέτης;

3. Να γράψετε τα επιρρήματα των έντονα μαυρισμένων λέξεων στους 3 βαθμούς.