Ο Κλέων με αθηναικό και συμμαχικό στόλο καταπλέει στις ακτές της Χαλκιδικής.
Κλέων δὲ Ἀθηναίους πείσας ἐς
τὰ ἐπὶ Θρᾴκης χωρία ἐξέπλευσε μετὰ τὴν ἐκεχειρίαν, Ἀθηναίων μὲν ὁπλίτας ἔχων
διακοσίους καὶ χιλίους καὶ ἱππέας τριακοσίους, τῶν δὲ ξυμμάχων πλείους, ναῦς δὲ
τριάκοντα. Σχὼν δὲ ἐς Σκιώνην πρῶτον ἔτι πολιορκουμένην καὶ προσλαβὼν αὐτόθεν ὁπλίτας
τῶν φρουρῶν, κατέπλευσεν ἐς τὸν Κωφὸν λιμένα τῶν Τορωναίων ἀπέχοντα οὐ πολὺ τῆς
πόλεως. ἐκ δ᾽ αὐτοῦ, αἰσθόμενος ὑπ᾽ αὐτομόλων ὅτι οὔτε Βρασίδας ἐν τῇ Τορώνῃ οὔτε
οἱ ἐνόντες ἀξιόμαχοι εἶεν, τῇ μὲν στρατιᾷ τῇ πεζῇ ἐχώρει ἐς τὴν πόλιν, ναῦς δὲ
περιέπεμψε δέκα ‹ἐς› τὸν λιμένα περιπλεῖν. καὶ πρὸς τὸ περιτείχισμα πρῶτον ἀφικνεῖται,
ὃ προσπεριέβαλε τῇ πόλει ὁ Βρασίδας ἐντὸς βουλόμενος ποιῆσαι τὸ προάστειον, καὶ
διελὼν τοῦ παλαιοῦ τείχους μίαν αὐτὴν ἐποίησε πόλιν.
ΑΣΚΗΣΕΙΣ
1. Ποιες ιδέες των Πυθαγορείων αμφισβητεί ο Αριστοτέλης.
2. Να γίνει η σύνταξη και η μετάφραση.
3. Σχὼν, προσλαβὼν, ἀφικνεῖται : να κλίνετε την προστακτική στον αόριστο ΄β στην ίδια φωνή.
