ΑΣΚΗΣΗ 1
1.1. Ἔπραξεν ἑπομένως τῷ νόμῳ.
1.2. Πρωΐ τῆς ἡμέρας ἐγυμνάζοντο.
1.3. Καὶ οὐ πολλῷ χρόνῳὕστερον Νικήρατος […] ὑπὸ τῶν
τριάκοντα ἀπέθανεν.
1.4. Ὀψὲ τῆς ἡμέρας.
1.5. Οὐκ οἶδα πῶς ἔχει
Δαρεῖος παιδείας.
1.6. Ἐγγὺς τῆς πόλεως ἡ
μάχη ἐγένετο.
1.7. Αἱ μάχαι κρίνονται μᾶλλον ταῖς ψυχαῖς
ἢ ταῖς τῶν σωμάτων ῥώμαις.
1.8. Ἐγγὺς τοῦδε τοῦ
μνήματος.
1.9. Χρῆν δὲ Μυτιληναίους καὶ πάλαι μηδὲν διαφερόντως τῶν ἄλλων ὑφ’
ἡμῶν τετιμῆσθαι.
1.10. Οὕτως ἔχει σοι ταῦτα.
1.11. Πόθεν τῆς γῆς ἦλθες;
1.12. Ὁμολογουμένως τῇ φύσει ζῆν.
1.13. Ἀξίως εἰπεῖν
τῶν τετελευτηκότων.
1.14. Φεῦ τοῦἀνδρός.
1.15. Οὗτοι μάχονται ἀξίως τοῦ λόγου.
1.16. Ἀκολούθως τοῖς εἰρημένοις.
1.17. Λάθρᾳ δὲ μητρὸς
καὶ πατρὸς πορεύομαι.
1.18. Ἅμα δὲ τῇ εἰσόδῳ τῶν Έλλήνων πολλοὶ
τῶν κατοίκων ἔτρεχον διὰ τοῦ πεδίου.
1.19. Τῶν μεγίστων ἐπιτηδευμάτων οὐκ ἀπείρως ἔχουσιν.
1.20. Ἥξει πόλεμος καὶ λοιμὸς ἅμα
αὐτῷ.
- ΑΣΚΗΣΗ 2
Να εντοπίσετε όλους τους ομοιόπτωτους και ετερόπτωτους προσδιορισμούς στο κείμενο που ακολουθεί:
Αἴτιον δὲ τούτων ἐστίν ὅτι τῶν
ἀγαθῶν καὶ τῶν
κακῶν οὐδὲν αὐτὸ καθ’ αὐτὸ
παραγίγνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέκταται καὶ
συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ
ταῖς δυναστείαις ἄνοια καὶ μετὰ
ταύτης ἀκολασία, ταῖς δ’ ἐνδείαις καὶ
ταῖς ταπεινότησι
σωφροσύνη καὶ πολλὴ μετριότης, ὥστε χαλεπὸν εἶναι διαγνῶναι
πότεραν ἄν τις δέξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς
αὑτοῦ καταλιπεῖν.
Ἰσοκράτους, Ἀρεοπαγητικός § 4-5
