Σποτ Μαθημάτων
..

Ξενοφών Ελληνικά 1,4,8-11

 Στρατιωτικές κινήσεις του εξόριστου Αλκιβιάδη και εκλογή του ως στρατηγού από τους Αθηναίους.

 Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν οἴκαδε, ἀνήχθη εὐθὺς ἐπὶ Σάμου· ἐκεῖθεν δὲ λαβὼν τῶν νεῶν εἴκοσιν ἔπλευσε τῆς Καρίας εἰς τὸν Κεραμικὸν κόλπον. ἐκεῖθεν δὲ συλλέξας ἑκατὸν τάλαντα ἧκεν εἰς τὴν Σάμον. Θρασύβουλος δὲ σὺν τριάκοντα ναυσὶν ἐπὶ Θρᾴκης ᾤχετο, ἐκεῖ δὲ τά τε ἄλλα χωρία τὰ πρὸς Λακεδαιμονίους μεθεστηκότα κατεστρέψατο καὶ Θάσον, ἔχουσαν κακῶς ὑπό τε τῶν πολέμων καὶ στάσεων καὶ λιμοῦ. Θράσυλλος δὲ σὺν τῇ ἄλλῃ στρατιᾷ εἰς Ἀθήνας κατέπλευσε· πρὶν δὲ ἥκειν αὐτὸ οἱ Ἀθηναῖοι στρατηγοὺς εἴλοντο Ἀλκιβιάδην μὲν φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον ἐκ τῶν οἴκοθεν. Ἀλκιβιάδης δὲ ἐκ τῆς Σάμου ἔχων τὰ χρήματα κατέπλευσεν εἰς Πάρον ναυσὶν εἴκοσιν.



1.Να κλιθούν τα παρακάτω ουσιαστικά:

στρατιωτῶν,νεῶν, στάσεων, στρατιᾷ, χρήματα

2.Να γίνει η μετάφραση και η σύνταξη του κειμένου.

3.Πώς αντέδρασαν οι επικεφαλής του αθηναικού στόλου , όταν πήραν το σήμα ότι εισέπλευσε στον Ελλήσποντο σπαρτιατικός στολίσκος υπό τον Δωριέα;