Τα ορθά και τα εσφαλμένα πολιτεύματα
Φανερὸν τοίνυν ὡς ὅσαι μὲν
πολιτεῖαι τὸ κοινῇ συμφέρον σκοποῦσιν, αὗται μὲν ὀρθαὶ τυγχάνουσι νοῦσαι κατὰ τὸ
ἁπλῶς δίκαιον, ὅσαι δὲ τὸ σφέτερον μόνον τῶν ἀρχόντων, ἡμαρτημέναι πᾶσαι καὶ
παρεκβάσεις τῶν ὀρθῶν πολιτειῶν: δεσποτικαὶ γάρ, ἡ δὲ πόλις κοινωνία τῶν ἐλευθέρων
ἐστίν.
Διωρισμένων δὲ τούτων ἐχόμενόν
ἐστι τὰς πολιτείας ἐπισκέψασθαι, πόσαι τὸν ἀριθμὸν καὶ τίνες εἰσί, καὶ πρῶτον τὰς
ὀρθὰς αὐτῶν: καὶ γὰρ αἱ παρεκβάσεις ἔσονται φανεραὶ τούτων διορισθεισῶν. ἐπεὶ δὲ
πολιτεία μὲν καὶ πολίτευμα σημαίνει τὸ αὐτόν, πολίτευμα δ’ ἐστὶ τὸ κύριον τῶν
πόλεων, ἀνάγκη δ’ εἶναι κύριον ἢ ἕνα ἢ ὀλίγους ἢ τοὺς πολλούς, ὅταν μὲν ὁ εἷς ἢ
οἱ ὀλίγοι ἢ οἱ πολλοὶ πρὸς τὸ κοινὸν συμφέρον ἄρχωσι, ταύτας μὲν ὀρθὰς ἀναγκαῖον
εἶναι τὰς πολιτείας, τὰς δὲ πρὸς τὸ ἴδιον ἢ τοῦ ἑνὸς ἢ τῶν ὀλίγων ἢ τοῦ πλήθους
παρεκβάσεις.
ΑΣΚΗΣΕΙΣ
1.Να γίνει η σύνταξη και η
μετάφραση του κειμένου.
2. τίνες, αὗται, εἷς: να
κλίνετε τις αντωνυμίες και το αριθμητικό στο ίδιο γένος.
3.Πώς διακρίνει ο
Αριστοτέλης τα πολιτεύματα σε ορθά και σε παρεκκλίσεις των ορθών;
